Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἡ μύραινα ὅταν ὁρμῆς ἀφροδισίου ὑποπλησθῇ, πρόεισιν ἐς τὴν γῆν, καὶ ὁμιλίαν ποθεῖ νυμφίου καὶ μάλα πονηροῦ: πάρεισι γὰρ εἰς ἔχεως φωλεόν, καὶ ἄμφω συμπλέκονται. ἤδη δέ φασι καὶ ὁ ἔχις οἰστρήσας καὶ ἐκεῖνος ἐς μίξιν ἀφικνεῖται πρὸς τὴν θάλατταν, καὶ οἷον εἰ κωμαστὴς σὺν τῷ αὐλῷ θυροκοπεῖ, οὕτω τοι καὶ ἐκεῖνος συρίσας τὴν ἐρωμένην παρακαλεῖ, καὶ αὐτὴ πρόεισι, τῆς φύσεως τὰ ἀλλήλων διῳκισμένα συναγούσης ἐς ἐπιθυμίαν τὴν ὁμοίαν καὶ κοῖτον τὸν αὐτόν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.