Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Κλείταρχος ἐν τῇ περὶ τὴν Ἰνδικήν φησι γίνεσθαι ὄφεις πήχεων ἑκκαίδεκα. γίνεσθαι δὲ καὶ ἄλλο τι γένος ὄφεων ὑμνεῖ, οὐ κατὰ τοὺς ἑτέρους τὸ εἶδος: βραχυτέρους: μὲν γὰρ εἶναι πολλῷ, ποικίλους γε μὴν τὴν χρόαν ὁρᾶσθαι, ὥσπερ οὖν φαρμάκοις καταγραφέντας: τοὺς μὲν γὰρ χαλκοειδεῖς ταινίας ἔχειν ἀπὸ τῆς κεφαλῆς ἐς τὴν οὐρὰν καθερπούσας, τοὺς δὲ ἀργύρῳ προσεικασμένας, πεφοινιγμένας ἄλλους, καὶ μέντοι καὶ χρυσοφαεῖς τινας. δακεῖν δὲ ἄρα καὶ ἀποκτεῖναι ὤκιστα δεινοὺς αὐτοὺς λέγει οὗτος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.