Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐν Ἰνδοῖς, ὡς ἀκούω, ἐλέφας καὶ δράκων ἐστὶν ἔχθιστα. οὐκοῦν οἱ μὲν ἐλέφαντες ἀποσπῶντες τῶν δένδρων τοὺς κλάδους, ἐκείνους νέμονται. ὅπερ οὖν εἰδότες οἱ δράκοντες ἐπ᾽ αὐτὰ μὲν ἀνέρπουσιν, τὸ δὲ ἥμισυ σφῶν αὐτῶν τὸ οὐραῖον τῶν δένδρων περιβάλλουσι τῇ κόμῃ, τὸ δὲ ἐς τὴν κεφαλὴν προῖὸν ἥμισυ μεθῆκαν καλωδίου δίκην ἀπηρτημένον. καὶ ὃ μὲν προσῆλθεν ἀποδρέψασθαι τῶν ἀκρεμόνων ὁ ἐλέφας, ὁ δὲ δράκων ἐμπηδᾷ τοῖς ὀφθαλμοῖς καὶ ἐξορύττει, εἶτα τῷ τραχήλῳ περιερπύσας, τείνων τῷ οὐραίῳ μέρει καὶ σφίγγων θατέρῳ ἀπάγχει τὸ θηρίον ἀήθει βρόχῳ καὶ καινῷ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.