Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ ποιηταῖς οὖσι τῶν μύθων τῶν ἀπιστουμένων. φιλοδέσποτον μὲν ὥς ἐστιν ὁ κύων, τεκμηριοῖ καὶ τὰ ἤδη λεχθέντα, χρὴ δὲ ἄρα τάττειν σὺν αὐτοῖς καὶ ἐκεῖνό γε δήπου. Γέλων ὁ Συρακόσιος καθεύδων [p. 168] βαθύτατα ἐδόκει διόβλητος γεγονέναι. καὶ τὸ μὲν φάσμα ὄνειρος ἦν, ἐβόα δὲ καίτοι καθεύδων καὶ μάλα γε ὀξείᾳ καὶ διατόρῳ τῇ φωνῇ. κύων οὖν ὑπ᾽ αὐτῷ τραφεὶς ἀκούσας φίλου καὶ συντρόφου φθέγματος, ὥς τι τοῦ Γέλωνος ἐξ ἐπιβουλῆς παθεῖν κινδυνεύοντος, ὡς εἶχεν ὁρμῆς ἀναθορὼν ἐπὶ τὴν στρωμνὴν καὶ περιβὰς τὸν τροφέα, ὑλάκτει σφοδρότατα, οἷα δὴ ἀμυνούμενος τὸν ἐπιόντα. ἐξήγρετο τοίνυν ὁ Γέλων καὶ ὑπὸ τοῦ δέους καὶ ὑπὸ τῆς ὑλακῆς ἐκβαλὼν τὸν ὕπνον καίτοι βαθύτατον ὄντα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.