Click on a word to bring up parses, dictionary entries, and frequency statistics
εἶπον μὲν καὶ ἀνωτέρω περὶ τῶν κύκνων, εἰρήσεται δὲ ἄρα καὶ νῦν ὅσα οὐ πρότερον εἶπον. Ἀριστοτέλης λέγει ἐν τῇ θαλάττῃ τῇ Λιβύων φανῆναί ποτε κύκνων ἀγέλην, καὶ ἀκουσθῆναί τι μέλος αὐτῶν ὡς ἐκ χοροῦ τινος ὁμοφώνου, πάνυ μὲν ἡδύ, γοερόν γε μήν, καὶ οἷον ἐς οἶκτον ἐπικλάσαι τοὺς ἀκούοντας. καί τινας ἐπὶ τῷ μέλει φησὶ φανῆναι τεθνεῶτας αὐτῶν. [p. 261] φίλος δὲ ἦν ἄρα ὁ κύκνος πηγαῖς τε καὶ τενάγεσι καὶ λίμναις καὶ ταῖς ὅσαι πεφύκασιν ὑδάτων σύρροιαί τε καὶ ἀφθονίαι. ἐνταῦθα γοῦν καὶ τὰς ἑαυτοῦ μούσας αὐτὸν φιλοσοφεῖν οἱ σοφοὶ τούτων φασί.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.