Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χλωρὶς ὄνομα ὄρνιθος, ἥπερ οὖν οὐκ ἂν ἀλλαχόθεν ποιήσαιτο τὴν καλιὰν ἢ ἐκ τοῦ λεγομένου συμφύτου: ἔστι δὲ ῥίζα τὸ σύμφυτον εὑρεθῆναί τε καὶ [p. 103] ὀρύξαι χαλεπή. στρωμνὴν δὲ ὑποβάλλεται τρίχας καὶ ἔρια. καὶ ὁ μὲν θῆλυς ὄρνις οὕτω κέκληται, ὁ δὲ ἄρρην, χλωρίωνα καλοῦσιν αὐτόν, καὶ ἔστι τὸν βίον μηχανικός, μαθεῖν τε πᾶν ὅ τι οὖν ἀγαθὸς καὶ τλήμων ὑπομεῖναι τὴν ἐν τῷ μανθάνειν βάσανον, ὅταν ἁλῷ. καὶ διὰ μὲν τοῦ χειμῶνος ἄφετον καὶ ἐλεύθερον οὐκ ἂν ἴδοι τις αὐτόν, ἠριναὶ δὲ ὅταν ὑπάρξωνται τροπαὶ τοῦ ἔτους, τηνικαῦτ᾽ ἂν ἐπιφαίνοιτο. Ἀρκτοῦρός τε ἐπέτειλεν, ὃ δὲ ἀναχωρεῖ ἐς τὰ οἰκεῖα, ὁπόθεν καὶ δεῦρο ἐστάλη.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.