Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τῶν ὀστρακονώτων τε καὶ ὀστρακοδέρμων καὶ τοῦτο ἴδιον. κενώτερά πως ταῦτα καὶ κουφότερα ὑποληγούσης τῆς σελήνης φιλεῖ γίνεσθαι. καὶ τῶν μὲν ὀστρακονώτων ἐλέγχουσιν ὃ λέγω πορφύραι καὶ κήρυκες καὶ σφόνδυλοι καὶ τὰ τούτοις ὁμοφυῆ: τῶν δὲ ἑτέρων πάγουροί τε καὶ κάραβοι καὶ ἀστακοὶ καὶ καρκίνοι καὶ εἴ τι τούτων συγγενές. λέγεται δὲ καὶ τῶν ὑποζυγίων τὰ τικτόμενα ληγούσης τῆς σελήνης ἀδυνατώτερα τῶν ἄλλων εἶναι καὶ ἀσθενέστερα, καὶ μέντοι καὶ συμβουλεύουσιν οἱ τούτων ἐπιστήμονες τὰ ἐν τούτῳ τῷ μέρει τοῦ μηνὸς γεννώμενα μὴ τρέφειν: μὴ γὰρ εἶναι σπουδαῖα αὐτά. κατὰ τὴν νουμηνίαν δὲ τὰ ζῷα, ὡς πυνθάνομαι, ἢ φθέγγεταί τι τῇ συντρόφῳ φωνῇ ἢ πίπτει: λέων δὲ ἄρα μόνος, ὡς Ἀριστοτέλης φησίν, οὐδέτερον αὐτοῖν δρᾷ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.