Click on a word to bring up parses, dictionary entries, and frequency statistics
λαγὼς δέδοικε κύνας καὶ μέντοι καὶ ἀλώπηξ. καί που καὶ σῦν ἐγείρουσιν ἐκ τῆς λόχμης αἱ αὐταὶ τῇ ὑλακῇ, καὶ λέοντα ἐπιστρέφουσι, καὶ ἔλαφον διώκουσιν: ὀρνίθων δὲ οὐδὲ εἷς ὤραν ποιεῖται κυνός, ἀλλ᾽ [p. 121] αὐτοῖς πρὸς αὐτοὺς ἔνσπονδά ἐστι. μόνη δὲ ἡ ὠτίς πέφρικε κύνας. τὸ δὲ αἴτιον, βαρεῖαί τέ εἰσι καὶ σαρκῶν ὄγκον περιφέρουσιν. οὔκουν αὐτὰς αἴρει τε καὶ ἐλαφρίζει τὰ πτερὰ ῥᾳδίως, καὶ διὰ τοῦτο ταπειναὶ πέτονται καὶ κάτω περὶ γῆν, βρίθοντος τοῦ ὄγκου αὐτάς. αἱροῦνται δὲ ὑπὸ τῶν κυνῶν πολλάκις. ὅπερ ἑαυταῖς συνειδυῖαι, ὅταν ἀκούσωσιν ὑλακῆς, ἐς τοὺς θάμνους καὶ τὰ ἕλη καταθέουσι, προβαλλόμεναι ἑαυτῶν ταῦτα, καὶ ῥυόμεναι σφᾶς ἐκ τῶν παρόντων καὶ μάλα εὐπόρως.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.