Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐν Λιβύῃ ἡμιόνους ἢ τετρωμένους Ἀρχέλαος λέγει ἢ ἀπειπόντας ὑπὸ δίψους ἐρρῖφθαι νεκροὺς πολλούς. πολλάκις δὲ ὄφεων ἐπιρρεῦσαν φῦλον πάμπολυ τῶν κρεῶν ἐσθίειν: ἐπὰν δὲ βασιλίσκου συρίγματος [p. 36] ἀκούσῃ, τὰ μὲν ὑπὸ τοῖς εἰλυοῖς καὶ τῇ ψάμμῳ ἀφανίζεσθαι τὴν ταχίστην καὶ ἀποκρύπτεσθαι, τὸν δὲ προσελθόντα κατὰ πολλὴν τὴν εἰρήνην δειπνεῖν, εἶτα αὖθις ὑποσυρίζειν καὶ ἀπαλλάττεσθαι, τοὺς δὲ ἡμιόνους καὶ τὸ δεῖπνον τὸ ἐξ αὐτῶν σημαίνεσθαι τὸ ἐντεῦθεν, τὸ τοῦ λόγου τοῦτο, ἄστροις.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.