Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἡ ἀλώπηξ πονηρὸν ζῷόν ἐστιν, ἔνθεν τοι καὶ κερδαλέην οἱ ποιηταὶ καλεῖν φιλοῦσιν αὐτήν: πονηρὸν δὲ καὶ ὁ χερσαῖος ἐχῖνός ἐστι. καὶ ὃ μὲν ἑαυτὸν συνειλήσας κεῖται, θεασάμενος ἥκουσαν τὴν ἀλώπεκα, ἣ δὲ χανεῖν τε καὶ ἐνδακεῖν οὐ δυναμένη, κᾆτα οὔρησεν αὐτοῦ ἐς τὸ στόμα: ὃ δὲ ἀποπνίγεται, τοῦ πνεύματος ἔνδον ἐκ τῆς συνειλήσεως κατεσχημένου καὶ ἐπιρρέοντός οἱ τοῦ προειρημένου, καὶ μέντοι καὶ τὸν τρόπον τοῦτον κακὸν κακὴ περιελθοῦσα τὸν ἐχῖνον ἡ ἀλώπηξ ᾕρηκεν αὐτόν. ἀνωτέρω δὲ θήρα λέλεκται ἄλλη.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.