Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Πομπηίου Ῥούφου Ῥωμαίοις ἀγορανομοῦντος ἐν Παναθηναίοις φαρμακοτρίβης ἀνὴρ καὶ τῶν τοὺς ὄφεις ἐς τὰ θαύματα τρεφόντων, ἑτέρων ὁμοτέχνων παρεστώτων πολλῶν, ἀσπίδα κατὰ τοῦ βραχίονος προσάγει ἐς ἔλεγχον αὐτοῦ τῆς σοφίας καὶ ἐδήχθη. εἶτα τῷ στόματι ἐξεμύζησε τὸ κακόν. ὕδωρ δὲ οὐκ ἐπιρροφήσας, οὐ γὰρ παρῆν, καίτοι παρεσκευασμένον οἱ ῾ἀνετέτραπτο δὲ ἐξ ἐπιβουλῆς τὸ σκεῦοσ᾽, οἷα μὴ ἐκκλύσας τὸν ἰὸν μηδὲ ἀπορρυψάμενος, τὸν βίον κατέστρεψε μετὰ ἡμέραν οἶμαι δευτέραν, οὐκ ἀλγῶν οὐδὲ ἕν, τοῦ μέντοι κακοῦ ἡσυχῆ διασήψαντος αὐτοῦ τὰ οὖλα καὶ τὸ στόμα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.