Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἴδιον δὲ ἦν ἄρα ταύρου καὶ τὸ εὐπειθές, ἡμερωθέντος τε καὶ ἐς τὸ πρᾶον ἐκ τοῦ θηριώδους μεταβαλομένου. μένουσι γοῦν καὶ ἐπὶ τῶν φερέτρων ἀκίνητοι, εἴτε ὑπτίους αὐτοὺς ἐθέλοις ἀτρεμεῖν εἴτε ἐπὶ στόμα, ὀκλάσαντας τοὺς προσθίους καὶ ἐπὶ τοῦ τένοντος φέροντας ἢ παῖδα ἢ κόρην. ὄψει δὲ ἄρα ταῦρον καὶ ἐπὶ τοῖς νώτοις γυναῖκα ἄγοντα, καὶ μετέωρον ἑστῶτα ἐπὶ τῶν κατόπιν σκελῶν, καὶ τὸ πᾶν σῶμα ἐφ᾽ ὅτου δὴ κούφως ἐρείσαντα. εἶδον δὲ ἐπὶ ταύροις καὶ ὀρχουμένους καὶ ἀκινήτους ἐκείνους καὶ ἀτρέπτους ἑστῶτας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.