previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἴδια δὲ ἄρα τῶν ζῴων καὶ ταύτῃ δήπου καταγνῶναι πάρεστι. τοὺς γοῦν ὄρνεις τοὺς ἠθάδας καὶ τοὺς ἐν ποσὶ τρεφομένους τε καὶ ἐξεταζομένους ὁρῶμεν ἵππους καὶ ὄνους καὶ βοῦς καὶ καμήλους θαρροῦντας: εἰ δὲ καὶ ἐλέφαντί που πράῳ καὶ ἡμέρῳ συντρέφοιντο, οἳ δὲ οὐκ ὀρρωδοῦσιν, ἀλλὰ καὶ δι᾽ αὐτῶν ἐκείνων ἔρχονται. ἤδη δὲ ἀλεκτρυόνες καὶ ἐπὶ τὰ νῶτα αὐτῶν ἀναπέτονται: τοσοῦτον αὐτοῖς τοῦ θάρσους περίεστι καὶ τοῦ ἀδεοῦς. πτοίαν δὲ αὐτοῖς ἐντίθησι καὶ δέος ἰσχυρὸν γαλῆ παραδραμοῦσα. καὶ μυκήσεων μὲν καὶ ὀγκήσεων οὐ ποιοῦνται ὤραν, κρίξασαν δὲ ἄρα μόνον πεφρίκασι τὴν προειρημένην. χηνῶν δὲ καὶ κύκνων καὶ στρουθῶν τῶν μεγάλων τι οὐδὲν φροντίζουσιν, ἱέρακα δὲ βραχύτατον ὄντα ὀρρωδοῦσιν. δὲ ἀλεκτρυὼν ᾄσας φοβεῖ μὲν λέοντα, ἀναιρεῖ δὲ βασιλίσκον: οὐ μὴν φέρει οὔτε αἰλούρους οὔτε ἰκτίνους. αἱ δὲ περιστεραὶ [p. 134] ἀετῶν μὲν κλαγγὴν καὶ γυπῶν θαρροῦσι, κίρκων δὲ καὶ ἁλιαέτων οὐκέτι. δὲ ποίμνη καὶ ἔριφος καὶ πώλιον πᾶν ἐπὶ τὰς μητρῴας θηλὰς ἔρχεται γεννηθέντα παραχρῆμα, καὶ μέντοι καὶ τῶν οὐθάτων σπῶντα ἐμπίπλαται: πολυπραγμονεῖ δὲ τὸ τεκὸν οὐδὲ ἕν, ἀλλὰ ἕστηκεν. ὕπτια δὲ παραβάλλει τὰς θηλὰς τοῖς βρέφεσι τὰ σχιζόποδα πάντα, λύκοι καὶ κύνες καὶ λέαιναι καὶ παρδάλεις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: