Click on a word to bring up parses, dictionary entries, and frequency statistics
σωφρονέσταται ὀρνίθων αἱ φάτται ᾄδονται. ὁ γοῦν ἄρρην καὶ ὁ θῆλυς συνδυασθέντες καὶ οἱονεὶ συμπνεύσαντες ἐς γάμον ἀλλήλων ἔχονται καὶ σωφρονοῦσι, καὶ οὐκ ἂν ὀθνείου λέχους οὐδέτερος ἅψαιτο τῶν ὀρνίθων τῶνδε. ἐὰν δὲ ἐποφθαλμιάσωσιν ἑτέροις, περιέρχονται αὐτοὺς οἱ λοιποί, καὶ τὸν μὲν ἄρρενα οἱ ὁμογενεῖς διασπῶσιν, αἱ θήλειαι δὲ τὸν θῆλυν. οὗτος ἄρα ὁ τῆς σωφροσύνης νόμος καὶ ἐς τὰς τρυγόνας ἀφικνεῖται καὶ ἄτρεπτος μένει, πλὴν [p. 78] τοῦ μὴ θανατοῦσθαι ἑκάτερον τὸν ὄρνιν: ἐπεὶ τὸν μὲν ἄρρενα ἀναιροῦσι, τὸν δὲ θῆλυν ᾤκτειραν καὶ εἴασαν ἀπαθῆ, καὶ περίεισι χῆρος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.