Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἦν δὲ ἄρα γένος ἀετῶν καὶ πρὸς τοὺς τρέφοντας φιλόστοργον, ὥσπερ οὖν καὶ ὁ τοῦ Πύρρου. τοῦτόν τοί φασι καὶ ἐπαποθανεῖν τῷ δεσπότῃ τροφῆς ἀποστάντα. ἤδη δὲ καὶ ἀνδρὸς ἰδιώτου ἀετὸς τρόφιμος καομένου τοῦ δεσπότου ἐς τὴν πυρὰν ἑαυτὸν ἐνέβαλεν: οἳ δὲ οὐκ ἀνδρός, ἀλλὰ γυναικὸς τὸ θρέμμα εἶναί φασι. ζηλοτυπώτατον δὲ ἄρα ἦν ζῷον ἀετὸς πρὸς τὰ νεόττια. ἐὰν γοῦν θεάσηταί τινα προσιόντα, ἀπελθεῖν ἀτιμώρητον οὐκ ἐπιτρέπει: παίει γὰρ τοῖς πτεροῖς αὐτὸν καὶ τοῖς ὄνυξι λυμαίνεται, καὶ ἐπιτίθησίν οἱ πεφεισμένως τὴν δίκην: οὐ γὰρ χρῆται τῷ στόματι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.