Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τίκτεται ἐλέφας κατὰ τὴν κεφαλὴν ἐκπηδῶν, τὸ δὲ μέγεθός ἐστι τοῦ τικτομένου κατὰ δέλφακα τὴν μεγίστην. μιᾷ δὲ μητρὶ πλείω ἐλεφαντίσκια ἕπεται, φασίν. εἰ δὲ βούλοιο τῶν βρεφῶν νεογόνων ὄντων προσάψασθαι, αἱ μητέρες οὐδὲν ἀγανακτοῦσιν ἀλλὰ ἐῶσι: συνιᾶσι γὰρ ὅτι μήτε ἐπὶ λύμῃ τις ἐπιψαύει αὐτῶν μήτε ἐπὶ κολάσει, ἀλλὰ φιλοφρονούμενοι πάντες καὶ κολακεύοντες. ἐπεὶ τίς ἂν τὸ τηλικοῦτον βλάψειεν; ὅταν δὲ θηρώμενοι ἐμπέσωσιν ἐς τὴν τάφρον, καὶ ἴδωσιν ὅτι λοιπὸν ἄφυκτα αὐτοῖς ἐστι, τοῦ μὲν τέως θυμοῦ τοῦ σὺν τῇ ἐλευθερίᾳ λήθην λαμβάνουσι, καὶ ὀρεγόντων σιτία ἑτοίμως προσίενται, καὶ ὕδωρ προτεινόντων πίνουσι, καὶ οἶνον ἐγχεόντων ἐς τὰς προβοσκίδας οἳ δὲ τὴν φιλοτησίαν οὐκ ἀναίνονται.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.