ἀνὴρ πορφυρεὺς ὅταν θηράσῃ πορφύραν, οὐκ ἐς ἀνθρώπων τροφήν, ἀλλ᾽ ἐς ἐρίων βαφήν, εἰ μέλλοι μένειν ἡ ἐκ τοῦ ζῴου χρόα δευσοποιὸς καὶ δυσέκνιπτος καὶ οἵα τὴν βαφὴν ἐργάσασθαι γνησίαν ἀλλ᾽ οὐ δεδολωμένην, μιᾷ λίθου καταφορᾷ διαφθείρει τὴν πορφύραν αὐτοῖς ὀστράκοις. ἐὰν δὲ κουφοτέρα ἡ πληγὴ γένηται, καταλειφθῇ δὲ τὸ ζῷον ἔτι ἔμπνουν, ἀχρεῖός ἐστιν ἐς τὴν βαφὴν ἡ δεύτερον βληθεῖσα τῷ λίθῳ πορφύρα: ὑπὸ γὰρ τῆς ὀδύνης ἐξανάλωσε τὴν βαφὴν ἀναποθεῖσαν ἐς τὸν τῆς σαρκὸς ὄγκον ἢ ἄλλως ἐκρυεῖσαν. τοῦτό τοι καὶ Ὅμηρος οἶδέ φασι, καὶ τοὺς ἀποθνήσκοντας ἀθρόως τῷ τῆς πορφύρας θανάτῳ καταλαμβάνεσθαί φησι, τὸ ᾀδόμενον ἐν τοῖς ἑαυτοῦ μέτροις ἀναμέλπων ἐκεῖνος
[p. 388]
ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.