Click on a word to bring up parses, dictionary entries, and frequency statistics
μάχονται μὲν ὑπὲρ τῶν θηλειῶν ὡς ὑπὲρ ὡραίων γυναικῶν καὶ οἱ τράγοι πρὸς τράγους καὶ οἱ ταῦροι πρὸς ταύρους καὶ ὑπὲρ οἰῶν οἱ κριοὶ πρὸς τοὺς ἀντερῶντας: ὀργῶσι δὲ ἐπὶ τὰς θηλείας καὶ οἱ θαλάττιοι κάνθαροι. γίνονται δὲ ἐν τοῖς καλουμένοις λεπροῖς χωρίοις, καὶ εἰσὶ ζηλότυποι, καὶ ἴδοις ἂν μάχην ὑπὲρ τῶν θηλειῶν καρτεράν: καὶ ἔστιν ὁ ἀγὼν οὐχ ὑπὲρ πολλῶν, ὡς τοῖς σαργοῖς, ἀλλ᾽ ὑπὲρ τῆς ἰδίας συννόμου, ὡς ὑπὲρ γαμετῆς τῷ Μενέλεῳ πρὸς τὸν Πάριν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.