Click on a word to bring up parses, dictionary entries, and frequency statistics
κύνες Ἰνδικοί, θηρία καὶ οἵδε εἰσὶ καὶ ἀλκὴν ἄλκιμα καὶ ψυχὴν θυμοειδέστατα καὶ τῶν πανταχόθεν κυνῶν μέγιστοι. καὶ τῶν μὲν ἄλλων ζῴων ὑπερφρονοῦσι, λέοντι δὲ ὁμόσε χωρεῖ κύων Ἰνδικός, καὶ ἐγκείμενον ὑπομένει, καὶ βρυχωμένῳ ἀνθυλακτεῖ, καὶ ἀντιδάκνει δάκνοντα: καὶ πολλὰ αὐτὸν λυπήσας καὶ κατατρώσας, τελευτῶν ἡττᾶται ὁ κύων. εἴη δ᾽ ἂν καὶ λέων ἡττηθεὶς ὑπὸ κυνὸς Ἰνδοῦ, καὶ μέντοι καὶ δακὼν ὁ κύων ἔχεται καὶ μάλα ἐγκρατῶς. κἂν προσελθὼν μαχαίρᾳ τὸ σκέλος ἀποκόπτῃς τοῦ κυνός, ὃ δὲ οὐκ ἄγει σχολὴν ἀλγήσας ἀνεῖναι τὸ δῆγμα, ἀλλὰ ἀπεκόπη μὲν πρότερον τὸ σκέλος, νεκρὸς δὲ ἀνῆκε τὸ στόμα, καὶ κεῖται βιασθεὶς ἀποστῆναι τῷ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.