Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὀξύρυγχος οὕτως ἰχθὺς κέκληται, καὶ ἔοικεν ἐκ τοῦ προσώπου λαβεῖν τὸ ὄνομα καὶ τοῦ σχήματος τοῦ κατ᾽ αὐτό. τρέφει δὲ ἄρα τὸν προειρημένον ὁ Νεῖλος, καὶ μέντοι καὶ ἐξ αὐτοῦ κέκληται νομὸς ἔνθα δήπου καὶ τιμὰς ὁ ἰχθὺς ἔχει ὁ αὐτός. ἀγκίστρῳ δὲ θηραθέντα ἰχθὺν οὐκ ἄν ποτε φάγοιεν οἵδε οἱ ἄνδρες, δεδιότες μή ποτε ἄρα αὐτῷ περιπαρεὶς ἔτυχεν ὁ παρὰ σφίσιν ἱερὸς καὶ θαυμαστὸς ἰχθὺς ὃν εἶπον. ἐὰν δὲ καὶ δικτύοις ἁλῶσί ποτε ἰχθύες, ἀνιχνεύουσι ταῦτα, μὴ παραλαθὼν ἐνέπεσεν ἐκεῖνος, καὶ προτιμῶσιν ἀθηρίαν ἢ ἁλόντος ἐκείνου τὴν μάλιστα εὐθηρίαν. λέγουσι δὲ αὐτὸν οἱ περίχωροι ἐκ τῶν Ὀσίριδος τραυμάτων γεγονέναι: νοοῦσι δὲ τὸν Ὄσιριν ἄρα τὸν αὐτὸν τῷ Νείλῳ εἶναι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.