τὴν Δήμητρα Ἑρμιονεῖς σέβουσι, καὶ θύουσιν αὐτῇ μεγαλοπρεπῶς τε καὶ σοβαρῶς, καὶ τὴν ἑορτὴν Χθόνια καλοῦσι. μεγίστας γοῦν ἀκούω βοῦς ὑπὸ τῆς ἱερείας τῆς Δήμητρος ἄγεσθαί τε πρὸς τὸν βωμὸν ἐκ τῆς ἀγέλης καὶ θύειν ἑαυτὰς παρέχειν. καὶ οἷς λέγω μάρτυς Ἀριστοκλῆς, ὅς πού φησι
Δάματερ πολύκαρπε, σὺ κἠν Σικελοῖσιν ἐναργὴς
καὶ παρ᾽ Ἐρεχθείδαις. ἓν δέ τι τοῦτο μέγα
κρίνετ᾽ ἐν Ἑρμιονεῦσι: τὸν ἐξ ἀγέλης γὰρ ἀφειδῆ
ταῦρον, ὃν οὐ χειροῦντ᾽ ἀνέρες οὐδὲ δέκα,
τοῦτον γραῦς στείχουσα μόνα μόνον οὔατος ἕλκει
τόνδ᾽ ἐπὶ βωμόν, ὃ δ᾽ ὡς ματέρι παῖς ἕπεται.
σὸν τόδε, Δάματερ, σὸν τὸ σθένος: ἵλαος εἴης,
καὶ πάντως θάλλοι κλᾶρος ἐν Ἑρμιόνῃ.