Click on a word to bring up parses, dictionary entries, and frequency statistics
κύκνου δὲ ἤθη καὶ διατριβαὶ λίμναι τε καὶ ἕλη καὶ τενάγη καὶ ἀέναοι ποταμοὶ πράως καὶ ἡσυχῆ ῥέοντες. εἰρηναῖοι δέ εἰσι καὶ ἐς γῆρας προΐασιν ἑαυτοῖς κοῦφον. εἰσὶ δὲ καὶ ἐς ῥώμην ἄλκιμοι, καὶ θαρροῦσιν αὐτῇ, οὐ μὴν ὥστε ἄρχειν ἀδίκων ἀλλ᾽ ἀμύνεσθαι τὸν ἄρξαντα. ῥᾳδίως οὖν καὶ τῶν ἀετῶν περιγίνονται, ὅταν ἐκεῖνοι τολμήσωσιν ἐπιθέσθαι αὐτοῖς. καὶ εἶπον ἀνωτέρω τῆς μάχης τὸν τρόπον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.