Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὅτι σώφρων ἐστὶν ἡ τρυγὼν καὶ πλὴν τοῦ συννόμου, ὅτῳ καὶ συνῆλθεν ἐξ ἀρχῆς, μὴ ἄν ποτε ὁμιλήσειεν ἀσπαζομένη λέχος ὀθνεῖόν τε καὶ ἀλλότριον, ἄνω μοι λέλεκται. ἀκούω δὲ τῶν ἀκριβούντων τὴν ὑπὲρ τῶν τοιούτων ἱστορίαν καὶ λευκὰς τρυγόνας φανῆναι πολλάκις. λέγουσι δὲ αὐτὰς ἱερὰς εἶναι [p. 260] Ἀφροδίτης τε καὶ Δήμητρος, Μοιρῶν δὲ καὶ Ἐρινύων τὰς ἄλλας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.