Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἴδιον δὲ ἐν Αἰγυπτίοις λόγοις ἴβεως καὶ ἐκεῖνο προσακήκοα. ὅταν ὑποκρύψηται τὴν δέρην καὶ τὴν κεφαλὴν τοῖς ὑπὸ τῷ στέρνῳ πτεροῖς, τὸ τῆς καρδίας σχῆμα ἀπεμάξατο. ἄλλως τε καὶ ὅτι εἰσὶ τοῖς ἐπὶ λύμῃ καὶ ἀνθρώπων καὶ καρπῶν ζῴοις γεγενημένοις ἔχθισται ἤδη που καὶ ἄνω εἶπον. μίγνυνται δὲ τοῖς στόμασι, καὶ παιδοποιοῦνται τὸν τρόπον τοῦτον. λέγουσι δὲ Αἰγύπτιοι ῾καὶ ἐμέ γε οὐ ῥᾳδίως ἔχουσι πειθόμενον᾽ λέγουσι δ᾽ οὖν τοὺς ταῖς ταριχείαις τῶν ζῴων ἐφεστῶτας καὶ δεινοὺς τήνδε τὴν σοφίαν ὁμολογεῖν τὸ τῆς ἴβεως ἔντερον ἓξ εἶναι πήχεων καὶ ἐνενήκοντα. διαβαίνειν δὲ κατὰ πῆχυν αὐτὴν προσακήκοα βαδίζουσαν. σελήνης δὲ ἐκλιπούσης καταμύει, ἔστ᾽ ἂν ἡ θεὸς αὖθις ἀναλάμψῃ. καὶ τῷ Ἑρμῇ δέ φασι τῷ πατρὶ τῶν λόγων φιλεῖται, ἐπεὶ ἔοικε τὸ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.