Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἴυγγας ἐρωτικὰς ἄνθρωποί φασιν εἶναί τινας, μίξεως δὲ ἀφροδισίου σύνθημα ὁ βάτραχος ἀφίησι πρὸς τὴν θήλειαν βοήν τινα, ὡς ἐραστὴς ᾠδήν τινα κωμαστικήν, καὶ κέκληται ἥδε ἡ βοὴ ὀλολυγών, ὥς φασιν. ὅταν δὲ τὴν θήλειαν προσαγάγηται, μένουσιν ἄμφω τὴν νύκτα: ἐν μὲν γὰρ τῷ ὕδατι συνελθεῖν οὐ δύνανται, μεθ᾽ ἡμέραν δὲ ἐπὶ γῆς συμπλακῆναι ὀρρωδοῦσι. νυκτὸς δὲ ἐπιστάσης κατὰ πολλὴν τὴν ἄδειαν προελθόντες ἀλλήλων ἀπολαύουσιν. ὅταν δὲ βάτραχοι γεγωνότερον φθέγγωνται καὶ τῆς συνηθείας λαμπρότερον, ἐπιδημίαν δηλοῦσιν ὑετοῦ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.