Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐλέφαντος δὲ ἄρα ἐς τὰ τέκνα καὶ ἐκεῖνο φίλτρον ἰσχυρόν. οἱ τούτων θηραταὶ τάφρους ὀρύττουσιν, ἐς ἃς ἐμπίπτει τὰ ζῷα ταῦτα, καὶ τὰ μὲν ἁλίσκεται, τὰ δὲ ἀναιρεῖται. καὶ τίς ὁ τρόπος τῆς τοιᾶσδε ταφρεύσεως καὶ τὸ σχῆμα ὁποῖον καὶ ὁπόσον τὸ βάθος καὶ ἔσοδοι ποταπαί, ἀλλαχόθεν εἴσεσθε: ἐκκαλύψων δὲ ἔγωγε καὶ ἐλέγξων τὴν στοργὴν ἔρχομαι. ἡ μήτηρ θεασαμένη τὸ ἑαυτῆς βρέφος ἐς μίαν τῶν τάφρων ἐμπεσόν, οὔτε ἐμέλλησεν οὔτε βλακεύουσα διέτριψεν, ἀλλὰ ὡς εἶχεν ὁρμῆς ἐκθύμως καὶ περιπαθῶς ἐπιδραμοῦσα, [p. 221] κατὰ τοῦ παιδὸς αὑτὴν ἔωσεν ἐς κεφαλήν, καὶ ἄμφω κατὰ ταὐτὸν τὸ τέλος εἰχέτην: ὃ μὲν γὰρ ἐκ τοῦ μητρῴου βάρους πιεσθεὶς συνετρίβη, ἣ δὲ κατὰ τὴν κεφαλὴν ᾄξασα. γελοῖοι τοίνυν εἰσὶν οἱ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.