Click on a word to bring up parses, dictionary entries, and frequency statistics
φιλοίκειον ὁ δελφὶς ζῷον πεπίστευται. καὶ τὸ μαρτύριον, Αἶνός ἐστι πόλις Θρῇσσα. ἔτυχεν οὖν ἁλῶναι δελφῖνα καὶ τρωθῆναι μέν, οὐ μὴν ἐς θάνατον, ἀλλ᾽ ὡς ἔτι βιώσιμα εἶναι τῷ ἑαλωκότι. οὐκοῦν ἐρρύη μὲν αἷμα, ᾔσθοντο δὲ οἱ ἀθήρατοι, καὶ ἀφίκοντο ἐς τὸν λιμένα ἀγέλη, καὶ κατεσκίρτων, καὶ ἦσάν τι δρασείοντες οὐκ ἀγαθόν. οἱ τοίνυν Αἴνιοι ἔδεισαν καὶ ἀφῆκαν τὸν ἑαλωκότα. καὶ ἐκεῖνοι κομισάμενοι ὡς ἕνα τῶν κηδεστῶν ᾤχοντο ἀπιόντες. σπανίως δὲ ἄνθρωπος ἢ οἰκείῳ δυστυχήσαντι ἢ οἰκείᾳ κοινωνὸς σπουδῆς καὶ φροντίδος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.