Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐν λόγοις Κρητικοῖς Ἀντήνωρ λέγει τῇ τῶν καλουμένων Ῥαυκίων πόλει ἔκ τινος δαιμονίου προσβολῆς [p. 428] ἐπιφοιτῆσαι μελιττῶν σμῆνος, αἵπερ οὖν ᾄδονται χαλκοειδεῖς, ἐγχριμπτούσας δὲ ἄρα αὐτοῖς τὰ κέντρα εἶτα μέντοι πικρότατα λυπεῖν. ὧνπερ οὖν ἐκείνους τὴν προσβολὴν οὐ φέροντας ἀναστῆναι τῆς πατρίδος καὶ μέντοι καὶ ἐς χῶρον ἐλθεῖν ἄλλον, καὶ οἰκίσαι φιλίᾳ τῆς μητρίδος, ἵνα Κρητικῶς εἴπω, Ῥαῦκον, εἰ καὶ τοῦ χωρίου ὁ δαίμων ἤλαυνεν αὐτούς, ἀλλὰ γοῦν τελέως ἀποσπασθῆναι τοῦ ὀνόματος οὐχ ὑπομείναντες. λέγει δὲ ὁ Ἀντήνωρ καὶ ἔτι κατὰ τὴν Ἴδην τὴν Κρῆσσαν ἐκείνου τοῦ γένους τῶν μελιττῶν εἶναι ἰνδάλματα, οὐ πολλὰ μέν, εἶναι δ᾽ οὖν, καὶ πικρὰ ἐντυχεῖν, ὡς ἐκεῖναι ἦσαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.