ἀκούσειας δ᾽ ἂν ἁλιέων καὶ ἰχθύων τινὰ καλλιώνυμον οὕτω λεγόντων. καὶ ὑπὲρ αὐτοῦ Ἀριστοτέλης λέγει ὅτι ἄρα ἐπὶ τοῦ λοβοῦ τοῦ δεξιοῦ καθημένην ἔχει χολὴν πολλήν, τὸ δὲ ἧπαρ αὐτῷ κατὰ τὴν λαιὰν φορεῖται πλευράν. καὶ μαρτυρεῖ τούτοις καὶ ὁ Μένανδρος ἐν τῇ Μεσσηνίᾳ οἶμαι λέγων
καὶ Ἀνάξιππος ἐν Ἐπιδικαζομένῳ
τίθημ᾽ ἔχειν χολήν σε καλλιωνύμου
πλείω,
εἰσὶ μὲν οὖν οἳ καί φασιν αὐτὸν ἐδώδιμον, οἱ δὲ πλείους ἀντιλέγουσιν αὐτοῖς. οὐ ῥᾳδίως δὲ αὐτοῦ μνημονεύουσιν ἐν ταῖς ὑπὲρ τῶν ἰχθύων πανθοινίαις, ὧν τι καὶ ὄφελός ἐστι, ποιηταὶ θέμενοι σπουδὴν ἐς μνήμην ἔνθεσμον, Ἐπίχαρμος μὲν ἐν Ἥβας Γάμῳ καὶ Γᾷ καὶ Θαλάσσᾳ καὶ προσέτι καὶ Μώσαις, Μνησίμαχος δὲ ἐν τῷ Ἰσθμιονίκῃ. [p. 320]
ἐάν με κινῇς καὶ ποιήσῃς τὴν χολὴν
ἅπασαν ὥσπερ καλλιωνύμου ζέσαι,
ὄψει διαφέροντ᾽ οὐδὲ ἓν ξιφίου κυνός.