Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τὸν δελφῖνα ἡ φύσις ἀεικίνητον εἰργάσατο, ὥς φασι, καὶ πέρας τούτῳ τῆς κινήσεως τὸ καὶ τοῦ βίου. ὕπνου γοῦν δεόμενος μετεωρίσας τὸ σῶμα καὶ ἀναπλεύσας ἐπ᾽ ἄκρον τὸ ὕδωρ, ὡς ὁρᾶσθαι πᾶς, καταδαρθάνει τηνικάδε: ἄυπνος δὲ καὶ ἄμοιρος τοῦδε τοῦ θεοῦ οὐδὲ οὗτός ἐστιν. ὅτι γοῦν καθεύδει, ὠθεῖται ἐς βυθόν, ἕως ἂν ψαύσῃ τῆς κάτω γῆς. ὅταν δὲ προσπελασθῇ αὐτῇ, διυπνίζεται κρουσθεὶς πρὸς τὸ δάπεδον, εἶτα ἀναδύνει. καὶ πάλιν ἐς ὕπνον ὑπαχθεὶς καὶ νικώμενος τοῦ θεοῦ κατολισθάνει, καὶ [p. 283] αὖθις ἀφυπνισθεὶς τῇ αὐτῇ κρούσει ἀναπλεῖ πάλιν. καὶ πολλάκις δρᾷ τοῦτο, μεταξὺ ἡσυχίας καὶ ἐνεργείας ὤν, οὐ μὴν ἐς ἀκινησίαν ἐκπίπτων παντελῆ ποτε.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.