Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οἱ μὲν ὄρνιθες οἱ ἕτεροι ἀναβαίνονται, ὡς λόγος, αἱ δὲ χελιδόνες οὔ, ἀλλὰ τούτων γε ἐναντία ἡ μίξις ἐστί. καὶ τὸ αἴτιον οἶδεν ἡ φύσις. λέγει δὲ ὁ πλείων λόγος ὅτι πεφρίκασι τὸν Τηρέα καὶ δεδοίκασι μή ποτε ἄρα προσερπύσας λάθρᾳ εἶτα ἐργάσηται τραγῳδίαν καινήν. ἦν δὲ ἄρα καὶ τοῦτο χελιδόνι δῶρον ἐκ τῆς φύσεως, ὥς γε ἐμὲ κρίνειν, τὸ τιμιώτατον: πηρωθεῖσα τὴν ὄψιν περόναις ἐὰν τύχῃ, ὁρᾷ αὖθις. τί οὖν ἔτι τὸν Τειρεσίαν ᾄδομεν, καίτοι μὴ ἐνταυθὶ μόνον, ἀλλὰ καὶ ἐν ᾄδου σοφώτατον, ὡς Ὅμηρος λέγει;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.