Click on a word to bring up parses, dictionary entries, and frequency statistics
λέγουσιν Αἰγύπτιοι ῾καὶ ῥᾳθύμως αὐτῶν οὐκ ἀκούουσιν ἄνδρες φιλόσοφοἰ ἔν τινι νομῷ τῶν Αἰγυπτίων, ὅνπερ οὖν ἐξ Ἡρακλέους τοῦ Διὸς ὀνομάζουσι, παῖδα ὡραῖον ὡς ἂν Αἰγύπτιον, χηνῶν ποιμένα, ἐράστριαν ἀσπίδα λαχεῖν, καὶ μέντοι καὶ παρ᾽ αὐτῇ εἶναι θαυμαστόν. εἶτα φοιτῶσαν τῷ ἐρωμένῳ ὄναρ προλέγειν τὰς ἐπιβουλὰς τὰς ἐς αὐτὸν πανουργουμένας ἐκ θατέρου θηρίου, ὅπερ ἦν αὐτῇ σύννομον, ὡς ἂν εἴποι τις, ζηλοτυπίᾳ τῇ πρὸς τὸν παῖδα ὑπὲρ τῆς νύμφης ταῦτα πειρωμένου δρᾶν τοῦ ἄρρενος: τὸν δὲ ὑπακούοντα πείθεσθαι καὶ φυλάττεσθαι. Ὅμηρος μὲν οὖν ἔδωκεν ἵππῳ φωνήν, ἀσπίδι δὲ ἡ φύσις, ᾗ νόμων οὐδὲν μέλει, φησὶν Εὐριπίδης.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.