Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Θεόφραστος οὔ φησι τοῦ ἔχεως τὰ βρέφη διεσθίειν τῆς μητρὸς τὴν γαστέρα, ὥσπερ οὖν θυροκοποῦντα, ἵνα τι καὶ παίσω, καὶ ἐξαράττοντα πεφραγμένην ἔξοδον, ἀλλὰ τοῦ θήλεος θλιβομένου καὶ τῆς γαστρός οἱ στεινομένης ῾Ὁμηρείως δὲ εἶπον᾽, τὴν δὲ οὐκ ἀντέχειν ἀλλὰ διαρρήγνυσθαι. καί με πείθει λέγων, ἐπεί τοι καὶ θαλάττιαι βελόναι ἄκολποί τε οὖσαι καὶ λεπταὶ ὅτι τὰ αὐτὰ πάσχουσιν ὑπὸ τῶν σφετέρων βρεφῶν καὶ ἐκεῖναι ἄνω που τῶν λόγων εἶπον. Ἡρόδοτον δὲ ἀξιῶ μή μοι μηνίειν, εἰ μύθοις ἐγγράφω ὅσα ὑπὲρ τῆς τῶν ἔχεων ὠδῖνος ᾄδει.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.