ὅτε τὸν Ἰκάριον ἀπέκτειναν οἱ προσήκοντες τοῖς πρῶτον πιοῦσιν οἶνον καὶ ἐς ὕπνον ἐμπεσοῦσιν, οὐκ εἰδότες πω μὴ θάνατον εἶναι τὸ πραχθὲν ἀλλὰ οἰνηρὸν κάρον, ἐνόσησαν οἱ κατὰ τὴν Ἀττικήν, ἐμοὶ δοκεῖν τοῦ Διονύσου τιμωροῦντος τῷ πρώτῳ γεωργῷ τῶν ἑαυτοῦ φυτῶν καὶ πρεσβυτάτῳ. ὁ γοῦν Πύθιος ἔχρησεν, εἰ βούλονται τυχεῖν σωτηρίας, Ἰκαρίῳ θύειν καὶ Ἠριγόνῃ τῇ τούτου παιδὶ καὶ τῷ κυνὶ τῷ ᾀδομένῳ, [p. 189] ὅτι ἄρα δι᾽ ὑπερβολὴν εὐνοίας τῆς πρὸς τὴν δέσποιναν βιῶναι μετ᾽ αὐτὴν οὐκ ἔγνω. παίζει δὲ Εὐριπίδης λέγων
ποῦ γὰρ ἄνθρωπος ἐπὶ τῷ δεσπότῃ τέθνηκε, κυνὸς δούλου δράσαντος αὐτό;
χρηστοῖσι δούλοις συμφορὰ τὰ δεσποτῶν
κακῶς πίτνοντα καὶ φρενῶν ἀνθάπτεται.