Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἡ νῆττα ὅταν τέκῃ, τίκτει μὲν ἐν ξηρῷ, πλησίον δὲ ἢ τῆς λίμνης ἢ τοῦ τενάγους ἢ ἄλλου τινὸς ὑδρηλοῦ χώρου καὶ ἐνδρόσου. τὸ δὲ νήττιον φύσει τινὶ ἰδίᾳ καὶ ἀπορρήτῳ οἶδεν ὅτι μήτε τῆς μετεώρου φορᾶς οἱ μέτεστι μήτε μὴν τῆς ἐν τῇ χέρσῳ διατριβῆς. καὶ ἐκ τούτων ἐς τὸ ὕδωρ πηδᾷ, καὶ ἐξ ὠδίνων ἐστὶ νηκτική, καὶ μαθεῖν οὐ δεῖται, ἀλλὰ καταδύεται καὶ ἀναδύεται πάνυ σοφῶς καὶ ὡς ἤδη χρόνου πεπαιδευμένη τοῦτο. ἀετὸς δέ, ὃν καλοῦσι νηττοφόνον, ἐπιπηδᾷ τῇ νηχομένῃ ὡς ἁρπασόμενος: ἣ δὲ καταδῦσα ἑαυτὴν ἠφάνισεν, εἶτα ὑπονηξαμένη ἀλλαχόθι ἐκκύπτει. ὃ δὲ καὶ ἐκεῖ πάρεστι, καὶ αὖθις κατέδυ ἐκείνη, καὶ πάλιν ταῦτα καὶ πάλιν. καὶ δυοῖν θάτερον: ἢ γὰρ καταδῦσα ἀπεπνίγη, ἢ ὃ μὲν ἀπέστη ἐπ᾽ ἄλλην ἄγραν, ἣ δὲ ἔχουσα τὸ ἀδεὲς ἐπινήχεται αὖθις.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.