previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τὸ δὲ ἐνθυμηματικὸν καὶ διαλεκτικὸν καὶ τὸ τοῦδε μᾶλλον τοῦδε αἱρετικὸν εἰ καὶ τὰ ζῷα οἶδεν, εἰκότως ἂν εἴποιμεν διδάσκαλον τῶν ὅλων τὴν φύσιν ἄμαχον. ἐμοὶ γοῦν τις γευσάμενος διαλεκτικῆς καὶ κυνηγεσίων ἁμωσγέπως ἐχόμενος τοιαῦτα ἔλεγεν. ἦν θηρατικὴ κύων, δ᾽ ὅς. οὐκοῦν λαγὼ κατ᾽ ἴχνια ᾔει. καὶ μὲν οὐχ ἑωρᾶτό πω, μεταθέουσα δὲ κύων ἐντυγχάνει που τάφρῳ, καὶ διαπορεῖ ἆρά γε ἐπὶ δεξιὰ ἄμεινον ἐπὶ θάτερα διώκειν: ὡς δ᾽ ἀποχρώντως ἐδόκει σταθμήσασθαι, εἶτα εὐθύωρον ὑπερεπήδησεν. φάσκων οὖν διαλεκτικός τε εἶναι καὶ θηρατικὸς ταύτῃ πη συνάγειν τὴν ὑπὲρ τῶν λεχθέντων ἐπειρᾶτο ἀπόδειξιν. ἐπιστᾶσα κύων ἐσκοπεῖτο καὶ πρὸς ἑαυτὴν ἔλεγεν ῾ἤτοι τῇδε τῇδε ἐκείνῃ λαγὼς ἐτράπετο. οὔτε μὴν τῇδε οὔτε τῇδε: ἐκείνῃ ἄρα.᾿ καὶ οὔ μοι ἐδόκει σοφίζεσθαι: τῶν γὰρ ἰχνῶν μὴ ὁρωμένων ἐπὶ τάδε τῆς τάφρου, κατελείπετο ὑπερπηδῆσαι τὸν λαγὼν αὐτήν. εἰκότως οὖν ἐπήδησε καὶ αὐτὴ κατ᾽ αὐτόν: ἰχνευτικὴ γὰρ καὶ εὔρινος ἐκείνη γε κύων ἦν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: