previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Περὶ συμμάχων δεῖ προνοεῖν

Χρὴ δὲ καὶ συμμάχων εἰς τὴν πόλιν...μήποτε ἅμα διατελεῖν τοὺς συμμάχους, ἀλλὰ διεσκεδάσθαι ὁμοτρόπως τῶν αὐτῶν ἕνεκεν τοῖς προειρημένοις. [2] τὸ δὲ αὐτὸ καὶ μετὰ ξένων μισθοφόρων μέλλοντάς τι πράσσειν ἀεὶ χρὴ ὑπερέχειν πλήθει καὶ δυνάμει τοὺς ἐπαγομένους πολίτας τῶν ξένων: εἰ δὲ μή, [3] ἐπ̓ ἐκείνοις γίγνονται αὐτοί τε καὶ πόλις. οἷον Χαλκηδονίοις πολιορκουμένοις παρόντες σύμμαχοι ...ἔπεμψαν φρουρὰν αὐτοῖς οἱ τῶν Χαλκηδονίων σύμμαχοι. βουλευομένων τὰ αὑτοῖς συμφέροντα οὐκ ἔφασαν οἱ φρουροὶ ἐπιτρέψειν, ἐὰν μὴ καὶ Κυζικηνοῖς δοκῇ εἶναι συμφέροντα, ὥστε τοῖς Χαλκηδονίοις τὴν φρουρὰν ἔσω οὖσαν [p. 72] πολὺ φοβερωτέραν εἶναι τῶν προκαθημένων πολεμίων. [4] δεῖ οὖν μήποτε εἰς πόλιν οἰκείαν μείζω δύναμιν ἐπακτὸν δέχεσθαι τῆς ὑπαρχούσης τοῖς πολίταις, ξένοις τε χρωμένην ἀεὶ δεῖ τὴν πόλιν πολλῷ ὑπερέχειν τῆς τῶν ξένων δυνάμεως: οὐ γὰρ ἀσφαλὲς ξενοκρατεῖσθαι καὶ ἐπὶ μισθοφόροις γίγνεσθαι. [5] οἷον καὶ Ἡρακλεώταις τοῖς ἐν τῷ Πόντῳ συνέβη. ἐπαγόμενοι γὰρ ξένους πλείονας τοῦ προσήκοντος, πρῶτον μὲν τοὺς ἀντιστασιώτας ἀνεῖλον, ἔπειτα αὑτοὺς καὶ τὴν πόλιν ἀπώλεσαν, τυραννευθέντες ὑπὸ τοῦ εἰσάγοντος τοὺς ξένους.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: