previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Παρασυνθήματα

Ἔνιοι δὲ παρασυνθήμασι χρῶνται τῶν τε πανείων ἕνεκεν καὶ πρὸς τὸ γνωρίζειν μᾶλλον τοὺς φίλους. [2] εἶναι δὲ καὶ παρασυνθήματα ὡς ἰδιαίτατα καὶ δυσγνωστότατα τοῖς πολεμίοις. εἴη δ̓ ἂν τὰ παρασυνθήματα τοιάδε. ἐν μὲν ταῖς σκοτειναῖς νυξὶν τό τε σύνθημα ἐρωτᾶν καὶ φωνεῖν τι, μᾶλλον δὲ καὶ ψόφον ἐμφανίσαι, τὸν δὲ ἐρωτώμενον τό τε σύνθημα ἀποκρίνεσθαι καὶ ἄλλο τι προσυγκείμενον φωνῆσαι ψόφον ἐμφανίσαι: ἐν δὲ τοῖς [p. 132] φαεινοῖς χρόνοις τὸν μὲν ἐρωτῶντα τὸ σύνθημα τὸν πῖλον ἀφελέσθαι ἐν τῇ χειρὶ ἔχοντα ἐπιθέσθαι, [3] ἔστιν δὲ καὶ ἐπαγαγέσθαι τὸν πῖλον ἐπὶ τὸ πρόσωπον καὶ ἀπαγαγέσθαι ἀπὸ τοῦ προσώπου, [4] ἔτι δὲ καὶ τὸ δόρυ καταπῆξαι προσιόντα εἰς τὴν ἀριστερὰν παραλαβεῖν, ἔχειν ἐν τῇ χειρὶ ἄραντα ἀνελέσθαι, τὸν δὲ ἐρωτώμενον τό τε σύνθημα ἀποκρίνασθαι καὶ τούτων τι προσυγκείμενον ποιῆσαι.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: