Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἐκ προσφάτου δὲ ἐγγιγνομένου φόβου ἀσυντάκτῳ
πόλει, τάχιστα ἄν τις εἰς σύνταξιν καὶ
φυλακὴν τῆς πόλεως τοὺς πολίτας καταστήσαι,
[p. 36]
εἰ ἑκάστῃ φυλῇ μέρος τι τοῦ τείχους κλήρῳ
ἀποδείξειεν, ἐφ̓ ᾧ ἐλθοῦσαι εὐθὺς αἱ φυλαὶ φυλάξουσιν.
κατὰ πολυπλήθειαν δὲ φυλῆς ἑκάστης
τὸ μέγεθος τοῦ τείχους φυλαττόντων.