Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
τοὺς μὲν οὖν ἐκ τῆς πόλεως καταφεύγοντας
εἰς τὴν πόλιν χρὴ ἔνθεν καὶ ἔνθεν παρὰ
τὰς λελειμμένας παρόδους εἰστρέχειν: τοὺς δὲ
τῶν πολεμίων συνειστρέχοντας εἰκός ἐστι, μὴ
προειδότας τὴν τάφρον, ἅμα τε καὶ κεκρυμμένης
οὔσης, εἰσπίπτειν καὶ φθείρεσθαι ὑπὸ τῶν ἔσω
τῆς πόλεως ἐν τῷ καιρῷ τούτῳ: τούτων δ̓ εἶναι
συντεταγμένους τινὰς ἐν ταῖς διόδοις καὶ πρὸς
τοῖς ὀρύγμασι τῶν πυλῶν χώραις.