Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
ἄριστον δὲ
τὰς ἀρχὰς πρῶτον μετὰ τῆς προῃρημένης δυνάμεως
ἱεροποιῆσαι, τούτων δὲ ἐκ τοῦ ὄχλου ἀπαλλαγέντων,
οὕτω τοὺς ἄλλους συνιέναι.
χϝιιι.
Ὅταν δὲ οἱ ἐκπορευθέντες παραγένωνται καὶ
δείλη γίγνηται, σημαίνειν δειπνοποιεῖσθαι καὶ
εἰς φυλακὴν ἰέναι. ἐν ᾧ οἱ φύλακες εὐτρεπίζονται,
ἐν τούτῳ περὶ τῶν πυλῶν ἐπιμελητέον ὅπως
καλῶς κλείωνται: καὶ γὰρ περὶ τὰς βαλάνους
πολλὰ σφάλματα γίγνεται διὰ τὰς τῶν ἀρχόντων
μαλακίας.