Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[18]
ἂν δὲ μηδὲ ταῦτα
ὑπάρχῃ, τῶν λοιπῶν καταλαβεῖν ἐγγὺς τῆς πόλεως
χωρία σύμμαχα πρὸς τὸ μάχεσθαί τε πλεονεκτικῶς
καὶ εὐαπαλλάκτως ἔχειν τοῦ χωρίου ὅταν βούλῃ
ἀπιέναι πρὸς τὴν πόλιν: κἂν οὕτως ἐμβαλόντες οἱ
πολέμιοι εἰς τὴν χώραν πρὸς τὴν πόλιν πορεύωνται,
κατάρχειν ὑμᾶς τῆς μάχης ἐκ τῶν χωρίων τούτων
ὁρμωμένους.