This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
Ἀπολλωνιᾶται δὲ οἱ ἐν τῷ Πόντῳ
παθόντες τι τῶν προγεγραμμένων κατεσκεύασαν
τὰς πύλας κλείεσθαι ὑπὸ σφύρας τε μεγάλης καὶ
κτύπου παμμεγέθους γιγνομένου, ὡς σχεδὸν κατὰ
πᾶσαν τὴν πόλιν ἀκούεσθαι ὅταν κλείωνται ἢ
ἀνοίγωνται αἱ πύλαι: οὕτω μεγάλα τε καὶ σεσιδηρωμένα
ἦν τὰ κλεῖθρα.