Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
καὶ ταῦτα μὲν ἐτέθη ἐγγὺς τῆς ἀγορᾶς, ὅπου
ἔδει: ἐν δὲ ταρσοῖς καὶ ῥίποις καὶ ἱστίοις ἡμιυφάντοις
[p. 150]
δοράτια καὶ ἀκόντια ἐνειλημένα εἰσηνέχθη,
καὶ ἐτέθη ὅπου ἕκαστα συνέφερεν ἀνυπόπτως:
ἐν δ̓ ἄγγεσιν ἀχύρων καὶ ἐρίων πέλται
καὶ μικρὰ ἀσπίδια ἐν τοῖς ἐρίοις καὶ ἀχύροις
κεκρυμμένα, καὶ ἄλλα εὐογκότερα ἐν σαργάναις
ἀσταφίδος καὶ σύκων πλήρεσιν, ἐγχειρίδια δὲ ἐν
ἀμφορεῦσι πυρῶν καὶ ἰσχάδων καὶ ἐλαιῶν.