Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
καὶ
τοὺς μὲν κατεβεβλήκεσαν, οἱ δὲ αὐτῶν εἰς τὴν
πόλιν σὺν τοῖς ὅπλοις ἔσπευσαν. ἕτεροι δὲ τῶν
συνεπιβουλευόντων ὑπομείναντες ἐν τῇ πόλει μετὰ
τῶν προαλισθέντων ὁπλιτῶν προκατέλαβον οὓς
προσῆκε τόπους τῆς πόλεως, ὥστε δέξασθαι τῶν
ἔξω οὓς ἐβούλοντο. διὸ δεῖ τὰς τοιαύτας
ἐπιβουλὰς ἐν οὐδενὶ καιρῷ ἀφυλάκτως διακεῖσθαι.