Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
Οὐ μὴν οὐδ̓ ἐν ταῖς νυξὶν ἀσκέπτως μετ̓ ὄχλου
[p. 122]
ἐκπορευτέον, οἷα καὶ ἐν τοῖς καιροῖς τῶν ἐπιβουλευόντων
τινὲς τεχνάζουσιν, οἱ μὲν ἔσω τῆς
πόλεως οἱ δὲ καὶ ἔξωθεν, προσάγεσθαι βουλόμενοι
τοιοῖσδε ἀπατήμασι, πυρσεύσαντές τι ἢ ἐμπρήσαντες
νεώριον ἢ γυμνάσιον ἢ ἱερὸν πάνδημον ἢ
δἰ ὅπερ ἂν ἔξοδος γένοιτο πλήθους ἀνθρώπων
καὶ οὐ τῶν τυχόντων. προνοοῦντα οὖν καὶ τὰ
τοιαῦτα μὴ ἑτοίμως ἀποδέχεσθαι.