This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[9]
χρὴ δύο ἁμαξῶν τοὺς ῥυμοὺς
εἰς τὸ αὐτὸ δῆσαι, συμπετάσαντα κατὰ τὸ
[p. 188]
ἕτερον μέρος τῆς ἁμάξης, ὅπως μετεωρισθῶσιν
οἱ ῥυμοὶ εἰς τὸ αὐτὸ νεύοντες: ἔπειτα οὕτως
ἐπισυνδεῖν ἄλλα ξύλα καὶ ῥίπους καὶ ἄλλα φράγματα
ἐπάνω, ταῦτα δὲ πηλῷ καταλεῖψαι.
ἔσται οὖν τοῦτο καὶ προσαγαγεῖν ὅπου βούλει
τοὺς τροχοὺς καὶ ἀπαγαγεῖν, ὑπὸ δὲ τούτῳ τῷ
φράγματι τοὺς ὑπορύσσοντας εἶναι.