Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[7]
σύνθημα
[p. 46]
δὲ μὴ ἔχειν αὐτοὺς ἓν καὶ τὸ αὐτὸ ..., ὅπως μήτε
ἑκόντες μήτε ἄκοντες, ἐὰν συλληφθῶσιν ὑπὸ τῶν
πολεμίων, εἰπεῖν ἔχωσι τὸ τῶν ἐν τῇ πόλει σύνθημα.
παραγγέλλεσθαι δὲ τοῖς ἡμεροσκόποις αἴρειν τὰ
σύσσημα ἐνίοτε, καθάπερ οἱ πυρσευταὶ τοὺς πυρσούς.
ϝιι.
Ὅταν δὲ ἡ χώρα ἐγκάρπως διακέηται μὴ
πόρρω ὄντων πολεμίων, εἰκὸς πολλοὺς τῶν ἐν τῇ
πόλει περὶ τοὺς ἐγγὺς χώρους διατελεῖν, γλιχομένους
τοῦ καρποῦ.