Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[18]
διαμνημόνευε
δ̓ ἀφ̓ ἧς ἂν πλευρᾶς ἄρξῃ τὸ ἄλφα καὶ
τὰ ἐχόμενα ἅπερ ἐν ἑκάστῃ πλευρᾷ γέγραπται.
μετὰ δὲ ταῦτα, ὅταν τινὰ θέλῃς ἐν αὐτοῖς
τίθεσθαι λόγον, λίνον διείρειν, οἷον, ἐὰν θέλῃς
Αἰνείαν δηλοῦν ἐν τῇ διέρσει τοῦ λίνου
ἀρξάμενος ἐκ τῆς πλευρᾶς τοῦ ἀστραγάλου ἐν ᾗ
τὸ ἄλφα ἐστίν, δίειρον, καὶ παρελθὼν τὰ ἐχόμενα
τούτου παραγράμματα, ὅταν ἔλθῃς εἰς πλευρὰν
οὗ τὸ ἰῶτά ἐστιν, δίειρον πάλιν, παρεὶς δὲ τούτου
τὰ ἐχόμενα, ὅπου συμβαίνει τὸ νῦ εἶναι, δίειρον
καὶ πάλιν παρεὶς τὰ ἐχόμενα τούτου, ὅπου τὸ
εἶ ἐστιν, δίειρον τὸ λίνον, καὶ οὕτω τὰ ἐπίλοιπα
τοῦ λόγου ἀντιγράφων ἔνειρε εἰς τὰ τρυπήματα,