Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[27]
καὶ ἐάν τε περιοδείας χρὴ τῷ στρατηγῷ, σκυταλίδα
[p. 118]
ἔχουσαν σημεῖον παρὰ τοῦ στρατηγοῦ
παραδίδοσθαι τῷ πρώτῳ φύλακι, τοῦτον δὲ τῷ
ἐχομένῳ καὶ ἕτερον ἑτέρῳ, μέχρι ἂν περιενεχθῇ
ἡ σκυταλὶς κύκλῳ τὴν πόλιν καὶ κομισθῇ παρὰ
τὸν στρατηγόν: προειρῆσθαι δὲ τοῖς προφύλαξιν μὴ
πορρωτέρω προενεγκεῖν τὴν σκυταλίδα τοῦ ἐχομένου
φύλακος.